Add parallel Print Page Options

17 Εἰ μὴ ἑκάστῳ ὡς [a]ἐμέρισεν ὁ [b]κύριος, ἕκαστον ὡς κέκληκεν ὁ [c]θεός, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 18 περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ [d]κέκληταί τις; μὴ περιτεμνέσθω. 19 ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. 20 ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω.

21 Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. 22 ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· [e]ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 23 τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24 ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.

25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. 26 νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. 27 δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα· 28 ἐὰν δὲ καὶ [f]γαμήσῃς, οὐχ ἥμαρτες. καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. 29 τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος [g]ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, 30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, 31 καὶ οἱ χρώμενοι [h]τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.

32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς [i]ἀρέσῃ τῷ κυρίῳ· 33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [j]ἀρέσῃ τῇ γυναικί, 34 [k]καὶ μεμέρισται. καὶ ἡ γυνὴ [l]ἡ ἄγαμος καὶ ἡ [m]παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ [n]τῷ σώματι καὶ [o]τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [p]ἀρέσῃ τῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν [q]σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ [r]εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:17 ἐμέρισεν NIV RP ] μεμέρικεν WH Treg
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:17 κύριος WH Treg NIV ] θεός RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:17 θεός WH Treg NIV ] κύριος RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:18 κέκληταί τις WH Treg NIV ] τις ἐκλήθη RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:22 ὁμοίως WH Treg NIV ] + καὶ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:28 γαμήσῃς WH Treg NIV ] γήμῃς RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:29 ἐστίν τὸ λοιπὸν WH Treg NIV ] τὸ λοιπὸν ἐστίν RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:31 τὸν κόσμον WH Treg NIV ] τῷ κόσμῳ τούτῳ RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:32 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:33 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 καὶ WH Treg NIV ] – RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἡ ἄγαμος WH Treg NIV ] – RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 παρθένος WH Treg NIV ] + Ἡ ἄγαμος RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 σύμφορον WH Treg NIV ] συμφέρον RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 εὐπάρεδρον WH Treg NIV ] εὐπρόσεδρον RP